[ ]
Phokis — Delphi — 194 BC
1 | στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ἀθαναίου, ἐν Δελ- |
φοῖς δὲ ἄρχοντος Πειθαγόρα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε | |
ἀπέδοτο Καλλενίκα Δαμαινέτου Ἀνφισὶς Νικαίαν, Νικέαν, | |
Νικόστρατον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τὸ γένος Λάκαινα, | |
5 | ἀργυρίου μνᾶν δώδεκα, καθὼς ἐπίστευσε Νικαία, Νικέας, |
Νικόστρατος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτοὺς ἐλευθέ- | |
ρους εἶμεν, ποιοῦντας ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον· Πρόξενος Εὐθύλλου Ἀνφισεύς. μάρτυροι· Ξένων | |
Βούλωνος, Ἄθανβος Ἀγάθωνος οἱ ἱερεῖς, Πολυκράτης Δεξών- | |
10 | δα Δελφοί, Τιμοκράτης Ἀριστογίτονος, Κλεύμαχος Κυδρίω- |
νος Ἀνφισεῖ<ς>, Νικάσιπος Καλλία, Στράτων Ἰσκέα Πλυγονεῖς, | |
βου<λευ>όντων Ἁβρομάχου τοῦ Εὐαγόρα, Εὐρυμάχου τοῦ Εὐρυδάμου, | |
γραματεύοντος Βαβύλου τοῦ Αἰακίδα. ἁ ὠνὰ πὰρ Ξένωνα τὸν | |
ἱαρῆ, πὰρ Κλε<ύ>μαχον Κυδρίωνος Ἀνφισῆ. |