[ ] Phokis — Delphi — 194 BC
1 STRATAGE/ONTOS *QO/A TO\ DEU/TERON MHNO\S *)AQANAI/OU, E)N *DEL-
φοῖς δὲ ἄρχοντος Πειθαγόρα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Καλλενίκα Δαμαινέτου Ἀνφισὶς Νικαίαν, Νικέαν,
Νικόστρατον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τὸ γένος Λάκαινα,
5 ἀργυρίου μνᾶν δώδεκα, καθὼς ἐπίστευσε Νικαία, Νικέας,
Νικόστρατος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτοὺς ἐλευθέ-
ρους εἶμεν, ποιοῦντας ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Πρόξενος Εὐθύλλου Ἀνφισεύς. μάρτυροι· Ξένων
Βούλωνος, Ἄθανβος Ἀγάθωνος οἱ ἱερεῖς, Πολυκράτης Δεξών-
10 δα Δελφοί, Τιμοκράτης Ἀριστογίτονος, Κλεύμαχος Κυδρίω-
νος Ἀνφισεῖ<ς>, Νικάσιπος Καλλία, Στράτων Ἰσκέα Πλυγονεῖς,
βου<λευ>όντων Ἁβρομάχου τοῦ Εὐαγόρα, Εὐρυμάχου τοῦ Εὐρυδάμου,
γραματεύοντος Βαβύλου τοῦ Αἰακίδα. ἁ ὠνὰ πὰρ Ξένωνα τὸν
ἱαρῆ, πὰρ Κλε<ύ>μαχον Κυδρίωνος Ἀνφισῆ.
Search Help
Contact Us