[ ] Phokis — Delphi — 188/187 BC
1 ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ξενοκράτης Ἀριστοδάμου Μεδεώντος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Κασία οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κασία
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν-
5 τα βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόνον· Ἀρχέλαος Θηβαγόρα Δελφός.
μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Π[ρ]α[ξ]ίας, Ἐτυμώνδας,
ἰδιῶται Πράοχος, Καλλίας Ἐμμενίδα, Δαμοχάρης Καλλείδα, Δωρόθεος Ξενία.
Search Help
Contact Us