[ ]
Phokis — Delphi — 188/187 BC
1 | ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Ξενοκράτης Ἀριστοδάμου Μεδεώντος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
ον ἇι ὄνομα Κασία οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κασία | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν- | |
5 | τα βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόνον· Ἀρχέλαος Θηβαγόρα Δελφός. |
μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Π[ρ]α[ξ]ίας, Ἐτυμώνδας, | |
ἰδιῶται Πράοχος, Καλλίας Ἐμμενίδα, Δαμοχάρης Καλλείδα, Δωρόθεος Ξενία. |