[ ] Phokis — Delphi — 188 BC
1 ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Καλλικράτεια Ἀρισταγόρα Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι
ὄνομα Σωστράτα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σωστράτα τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα
5 βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁγίων Καλλικράτεος, Ἀρισταγόρας Εὐθυδάμου
Δελφοί. παραμεινάτω δέ Σωστράτα παρὰ Καλλικράτειαν ἄχρι κα ζώηι Καλλικράτεια
ποέουσα τὸ ποτιτασσόμενον πᾶν το δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιῆι Σωστρά-
τα τῶν ποτιτασσομένων ὑπὸ Καλλικρατείας καθὼς γέγραπτ[αι δυ]νατὰ οὖ-
σα, ἐξέστω Καλλικρατείαι κο[λ]άζειν καθώς κα αὐτὰ δείληται καὶ ἄλλωι
10 ὑπὲρ Καλλικράτειαν ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας.
εἰ δέ τί κα πάθηι Καλλικράτεια, ἐλευθέρα ἔστω Σωστράτα κυριεύουσα αὐτοσαυτᾶς καὶ
ποέουσα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωστρά-
τας ἐπεί κα τελευτάσηι Καλλικρατεια, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες [τ]ῶι
θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι
15 ἐόντες συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺ[ς] Ξένων, τῶν δὲ ἀρχόντων Πρα-
[ξ]ίας, ἰδιῶται Δα[μ]οχάρης Καλλείδα, Χ[α]ρίξενος Ἀμυνέα, Εὐκλείδας Καλλείδα.
Search Help
Contact Us