[ ]
Phokis — Delphi — 188 BC
1 | ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Καλλικράτεια Ἀρισταγόρα Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι | |
ὄνομα Σωστράτα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σωστράτα τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
5 | βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁγίων Καλλικράτεος, Ἀρισταγόρας Εὐθυδάμου |
Δελφοί. παραμεινάτω δέ Σωστράτα παρὰ Καλλικράτειαν ἄχρι κα ζώηι Καλλικράτεια | |
ποέουσα τὸ ποτιτασσόμενον πᾶν το δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιῆι Σωστρά- | |
τα τῶν ποτιτασσομένων ὑπὸ Καλλικρατείας καθὼς γέγραπτ[αι δυ]νατὰ οὖ- | |
σα, ἐξέστω Καλλικρατείαι κο[λ]άζειν καθώς κα αὐτὰ δείληται καὶ ἄλλωι | |
10 | ὑπὲρ Καλλικράτειαν ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. |
εἰ δέ τί κα πάθηι Καλλικράτεια, ἐλευθέρα ἔστω Σωστράτα κυριεύουσα αὐτοσαυτᾶς καὶ | |
ποέουσα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωστρά- | |
τας ἐπεί κα τελευτάσηι Καλλικρατεια, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες [τ]ῶι | |
θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
15 | ἐόντες συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπό- |
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺ[ς] Ξένων, τῶν δὲ ἀρχόντων Πρα- | |
[ξ]ίας, ἰδιῶται Δα[μ]οχάρης Καλλείδα, Χ[α]ρίξενος Ἀμυνέα, Εὐκλείδας Καλλείδα. |