[ ]
Phokis — Delphi — 179 BC
1 | ἄρχοντος Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φιλοκράτης Θευφρά- |
στου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμ<α> ἀνδρεῖον ὧι ὄνομα Ἀπολλώνιος τὸ | |
γένος Μυσός, τιμᾶ<ς ἀ>ργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀπολλώνιος τῶι θεῶι | |
τὰν ὠνάν, ἐφ’ ὧι ἐλεύθερ<ο>ς εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαι- | |
5 | ωτῆρες κατὰ τὸν νόμον· Ἧρυς Πισιθέου, Δάμαρχος Εὐτυχίδα Μυανεύς. παραμει- |
νάτω δὲ Ἀπολλώνιος παρὰ [Φ]ιλοκράτη ἄχρι κα Φιλοκράτης ζώη ποέων τὸ ποιτασσόμ- | |
{μ}ενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τι μὴ ποέοι Ἀπολ[λ]ώνιο<ς> [τῶ]ν ποιτασ<σ>ομέν- | |
ων ὑπὸ Φιλοκράτεος κα[θ]ὼς γέγραπται δυνατὸς ὤν, ἐξέστω Φιλοκράτει κολάζειν καθώς | |
{καθώς} κα αὐτὸς δείληται καὶ ἄλλωι ὑπὲρ Φιλοκράτη ἀζαμίοις καὶ ἀνυποδίκοις ὄντοις | |
10 | πάσας δίκας ἢ ζαμίας. εἰ δέ τι πάθοι Φιλοκράτης, ἐλεύθερος ἔστω Ἀπολλώνιος κυριεύων |
αὐτοσαυτοῦ καὶ ποιῶν ὅ κα θέλ[η], καθὼς ἐπίστευσε Ἀπολλώνιος τῶι θεῶι τὰν ὠνάν. | |
εἰ δέ τίς κα ἅπτηται Ἀπολλωνίου τελευτάσαντος Φιλοκράτεος, βέβαιον παρεχόντω | |
[ο]ἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ τοὶ παρατυγχάνον- | |
τες κύριοι ἔστων συλέοντες Ἀπολλώνιον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυ- | |
15 | πόδικοι πάσ[α]ς δίκας καὶ ζαμίας. — μάρτυροι· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας· ἄρχοντες Πολυκρά- |
της, Σωδαμίδας. |