[ ] Phokis — Delphi — 179 BC
1 ἄρχοντος Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φιλοκράτης Θευφρά-
στου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμ<α> ἀνδρεῖον ὧι ὄνομα Ἀπολλώνιος τὸ
γένος Μυσός, τιμᾶ<ς ἀ>ργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀπολλώνιος τῶι θεῶι
τὰν ὠνάν, ἐφ’ ὧι ἐλεύθερ<ο>ς εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαι-
5 WTH=RES KATA\ TO\N NO/MON: *(=HRUS *PISIQE/OU, *DA/MARXOS *EU)TUXI/DA *MUANEU/S. PARAMEI-
νάτω δὲ Ἀπολλώνιος παρὰ [Φ]ιλοκράτη ἄχρι κα Φιλοκράτης ζώη ποέων τὸ ποιτασσόμ-
{μ}ενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τι μὴ ποέοι Ἀπολ[λ]ώνιο<ς> [τῶ]ν ποιτασ<σ>ομέν-
ων ὑπὸ Φιλοκράτεος κα[θ]ὼς γέγραπται δυνατὸς ὤν, ἐξέστω Φιλοκράτει κολάζειν καθώς
{καθώς} κα αὐτὸς δείληται καὶ ἄλλωι ὑπὲρ Φιλοκράτη ἀζαμίοις καὶ ἀνυποδίκοις ὄντοις
10 πάσας δίκας ἢ ζαμίας. εἰ δέ τι πάθοι Φιλοκράτης, ἐλεύθερος ἔστω Ἀπολλώνιος κυριεύων
αὐτοσαυτοῦ καὶ ποιῶν ὅ κα θέλ[η], καθὼς ἐπίστευσε Ἀπολλώνιος τῶι θεῶι τὰν ὠνάν.
εἰ δέ τίς κα ἅπτηται Ἀπολλωνίου τελευτάσαντος Φιλοκράτεος, βέβαιον παρεχόντω
[ο]ἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ τοὶ παρατυγχάνον-
τες κύριοι ἔστων συλέοντες Ἀπολλώνιον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυ-
15 πόδικοι πάσ[α]ς δίκας καὶ ζαμίας. — μάρτυροι· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας· ἄρχοντες Πολυκρά-
της, Σωδαμίδας.
Search Help
Contact Us