[ ] Phokis — Delphi — 179 BC
1 ἄρχοντος Μαντία μηνὸς Βυσίου, ἀπέδοτο
<․․․․․․․> Καφὼ τῶι Ἀπόλλωνι τῶ[ι] Πυθίωι σῶμα
γυναικεῖον ἇι Ζωπύρα, ἀργυρίου μνᾶν
τεσσάρων, ἐπεὶ καὶ {τ} αὐτὰ ἐπίστευσε τῶι θεῶι,
5 ὥστε ἐλ[ε]υθέραν εἶμεν. βεβαιωτὴρ κατὰ [τ]ὸν νόμον·
Δαμοκράτης Καλλιγένεος. ἔστω δὲ ἁ ὠνὰ αὐ-
τα<ς> κυρία καὶ βέβαιος τῶι θεῶι, ἐπεί κα Καφώ τι
πάθη. μάρτυροι· Πολυκράτης, Σωδαμίδας· Φαῖν-
ις, Μενέστρατος.
Search Help
Contact Us