[ ]
Phokis — Delphi — 181 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς |
<Ἀ>μαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστι- | |
ον Ἀρίστωνος Δελφὶς σῶμα γυναικεῖον | |
ἇι ὄνομα Δαμὼ τῶι Ἀπόλλωνι τῶι Πυ- | |
5 | θίωι, ἀργυρίου μνᾶν τεσσάρων, καθὼς |
ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠ{ν}- | |
νάν {²⁶ὠνάν}²⁶, ἐφ’ οἷτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
πτος ἀπὸ πάντων τὸν πάντα βίον, ποι- | |
οῦσα ὅ κα θέλη. βεβαιωτῆρες κατὰ τὸν | |
10 | νόμον· Δεξικράτης, Νεόστρατος. |
μάρτυρες· οἱ ἄρχοντες Σωδαμίδας, | |
Ἧρυς· Ἀνδρόνικος, Καφησίας, <Λ>υκῖνος. |