SGDI II 2063
[ ] Phokis — Delphi — 181 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς
<Ἀ>μαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστι-
ον Ἀρίστωνος Δελφὶς σῶμα γυναικεῖον
ἇι ὄνομα Δαμὼ τῶι Ἀπόλλωνι τῶι Πυ-
5 θίωι, ἀργυρίου μνᾶν τεσσάρων, καθὼς
ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠ{ν}-
νάν {²⁶ὠνάν}²⁶, ἐφ’ οἷτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸν πάντα βίον, ποι-
οῦσα ὅ κα θέλη. βεβαιωτῆρες κατὰ τὸν
10 νόμον· Δεξικράτης, Νεόστρατος.
μάρτυρες· οἱ ἄρχοντες Σωδαμίδας,
Ἧρυς· Ἀνδρόνικος, Καφησίας, <Λ>υκῖνος.
Search Help
Contact Us