[ ] Phokis — Delphi — 179 BC
1 ἄρχοντος Μαντία μηνὸς Θευξενίου, ἀπέδοτο
Ἀλέξων Δελφός, συνευδοκεόντων τῶν υἱῶν
Χαριξένου, Δίωνος, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δορκὰ[ς]
5 τὸ γένος Θρᾶισσαν, ἐπεὶ καὶ αὐ[τὰ] ἐπίστε[υ]-
σε τῶι θεῶι, ὥστε ἐλευθέρα εἶ[μεν], τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων. β[εβαι]ωτ[ῆ]-
ρες κατὰ τὸν νόμον· Βαβύλο[ς Αἰ]α-
κίδα, Ἀγασέας Πολυτιμίδ. ἔστ]ω
10 δὲ ἁ ὠνὰ αὐτ[ᾶς] κυρία καὶ βέβαιος τῶι
θεῶι, ἐπεί κα Ἀλέξων τι πάθη. μάρτυροι·
Διόδωρος, Πολέμαρχος, Γλαῦκος,
Ταραντῖνος, Ἀρίστων, Ἁρμόδιος.
Search Help
Contact Us