[ ]
Phokis — Delphi — 182 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Βου[κ]ατίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Κλεοβούλα Δελφὶς τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωπύρα <τὸ δὲ> | |
<πρότερον ἦν Σίμον>, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐ- | |
5 | πίστευσε Ζωπύρα τῶι θεῶ, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν καὶ |
ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέ- | |
λη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν | |
νόμον· Δεξικράτης, Πεισίλαος Δελφοί. εἰ δέ τίς κα ἅπτηται | |
Ζωπύρας τᾶς πρότερον καλειμένας Σίμου, βέβαιον παρεχόν- | |
10 | τω τῶ θεῶ τὰν ὠνὰν ἅ τε ἀποδομένα Κλευβούλα καὶ οἱ |
βεβαιωτῆρες Πεισίλαος, Δεξικράτης· εἰ δέ κα μὴ παρέχωντι, πρά- | |
κτιμοι {ε} ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυνχά- | |
νοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν | |
ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. #⁵⁶ μάρ- | |
15 | τυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος #⁵⁶ Ἄθαμβος, οἱ ἄρχοντες |
Πεισίλαος, Κλεόδημος· Διονύσιος Ἀρίστωνος Βοιώτι- | |
ος, Καλλίκων, Ἀγασέας, Ἀριστίων Δελφοί. |