SGDI II 2061
[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Βου[κ]ατίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Κλεοβούλα Δελφὶς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωπύρα <τὸ δὲ>
<πρότερον ἦν Σίμον>, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐ-
5 πίστευσε Ζωπύρα τῶι θεῶ, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέ-
λη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν
νόμον· Δεξικράτης, Πεισίλαος Δελφοί. εἰ δέ τίς κα ἅπτηται
Ζωπύρας τᾶς πρότερον καλειμένας Σίμου, βέβαιον παρεχόν-
10 τω τῶ θεῶ τὰν ὠνὰν ἅ τε ἀποδομένα Κλευβούλα καὶ οἱ
βεβαιωτῆρες Πεισίλαος, Δεξικράτης· εἰ δέ κα μὴ παρέχωντι, πρά-
κτιμοι {ε} ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυνχά-
νοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν
ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. #⁵⁶ μάρ-
15 τυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος #⁵⁶ Ἄθαμβος, οἱ ἄρχοντες
Πεισίλαος, Κλεόδημος· Διονύσιος Ἀρίστωνος Βοιώτι-
ος, Καλλίκων, Ἀγασέας, Ἀριστίων Δελφοί.
Search Help
Contact Us