[ ] Phokis — Delphi — 183/182 BC
1 ἄρχοντος Ἀρισταινέτου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Νίκων Νικιάδα Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι κορίδιον ἇι ὄνομα Εὐάνδρα, τιμᾶς ἀργυρίου μνᾶ-
ν δύο, καθὼς ἐπίστευσε Εὐάνδρα τῶι θεῶι τὰν ὠ-
5 νάν, ἐφ’ ὧι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀ-
πὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλ[η].
παραμεινάτω δὲ Εὐάνδρα τὸ δέον ποιοῦσα Νίκωνι
ἕως κα ζῆ Νίκων, ἀνέγκλητος οὖσα καὶ ποιοῦσα τὸ δέον.
βεβαιωτῆρες κατὰ τὸν νόμον· Χαρίξενος,
10 Ἀμύντας. οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος· μάρτυροι· Ξένων
Ἀτισίδα, Κλεύδαμος Κλέωνος,
Λέων Πυθέα.
Search Help
Contact Us