[ ] Phokis — Delphi — 195 BC
1 στραταγέοντος Ἀλεξάνδρου
τὸ δεύτερον μηνὸς Ἑρμάου, ἐν δὲ Δελ-
φοῖς ἄρχοντος <Ὀρθαίου τοῦ> Μαντία μηνὸς Θευξενίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Πολύστα{τα}ς {²⁶Πολύστας}²⁶ Α-
5 ?ΛΙΙΙ․(․) τῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι Σωσὼ
καὶ τὰν θυγατέρα Σωσῶς {ως} ἇι ὄνο-
μα Ξενώ, ἀργυρίου μνᾶν ὀκτώ, καθὼ-
ς αὐταὶ ἐπίστευσαν Σωσὼ καὶ Ξενὼ,
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ οἷ αὐτὰς ἐλευ-
10 θέρας εἶμεν, ποιούσας ὅ κα θέλωντι
βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀρίσ{ισ}τω-
ν {²⁶Ἀρίστων}²⁶ Ἐπηράτου Χαληεύ{ευ}ς {²⁶Χαληεύς}²⁶. μάρτυροι· Βο-
ύλων Ξένωνος, Ἀγάθων, Νικόδαμος,
Ἄθαμβος, Ὀρέστ[α]ς, ΛΥ̣Σ̣ΑΓΟΙΑΣ․․ΥΡΟΙΣ.
Search Help
Contact Us