[ ] Phokis — Delphi — 186/85 BC
1 ἄρχοντος Νικοβούλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Πρόξενος Τιμασίου Φαλικαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Βοΐσκα καὶ τὸν υἱὸν αὐτᾶς Λυ-
κίσκον, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσαν Βοΐσ-
5 κα καὶ Λυκίσκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν
καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, ποέον-
τας ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Κλεόδα-
μος Εὐθυμάχου Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων,
Ἄθαμβος, τῶν δὲ ἀρχόντων Εὐκλείδας, ἰδιῶται Ἀρχέ-
10 λαος Πραόχου, Δαμοχάρης, Νικάνωρ Δελφοί,
Μνασίλαος, Ἀρίσταρχος Ἀμφισσεῖς.
Search Help
Contact Us