[ ] Phokis — Delphi — 187/86 BC
1 ἄρχ[οντο]ς Πισιλάου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε
ἀπέ[δοτο] Φίδιον Εὐκλέος Δελφίς, συνεπαινεούσας
Εὐκλ[είας] τᾶς Δαμοκράτευς θυγατρὸς Δελφίδος, τῶι
Ἀπόλ[λω]νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτήρι-
5 χος, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε Σωτή-
[ριχ]ος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ
[ἀν]έφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντα ὅ κα θέ-
ληι. βεβαιω{ι}τῆρες {²⁶βεβαιωτῆρες}²⁶ κατὰ τὸν νόμον· Δαμοκράτης Καλλιγέ-
νευς, Δίων Κλέωνος Δελφοί. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀ-
10 πόλλωνος Ξένων, Ἄθανβος καὶ τοὶ ἄρχοντες Ξένων,
Θεόφραστος, Ἀριστοτέλης, ἰδιῶται Πράοχος, Καλ-
λίστρατος, Καλλικλῆς, Ἀριστόμαχος.
Search Help
Contact Us