[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Βοαθόου, βουλευόντων τὰν π[ρώ]- |
ταν ἑξάμηνον Εὐαγόρα, Καλλιμάχου, Εὐαγγέλου, ἀπέδοτο Δίων Ἀλέξω[νος] | |
τῶ[ι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀντιγόνα τὸ γένος Θρᾶισσαν,[τιμᾶς] | |
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό[μους] | |
5 | τᾶς πόλιος· Φίλων Ἀριστέα. βέβαιον δὲ παρεχέτω τῶι θεῶι ὅ τε ἀποδό[μενος] |
Δίων καὶ ὁ βεβαιωτήρ. εἰ δέ τις ἐφάπτοιτο Ἀντιγόνας, κύριος ἔστω συλ[έων] | |
ὡς ἐλευθέραν οὖσαν καὶ ὁ παρατυχὼν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκα[ς] | |
καὶ ζαμίας. μάρτυροι· Ἀμύντας ὁ ἱερεύς, Εὐαγόρας, Εὐάγγελος· Βούλων, Μικκύλος, | |
Φίλων, Ἀριστόβουλος, Ἡρακείδας. |