[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἀνδρονίκου μηνὸς Βοαθόου, βουλευόντων τὰν π[ρώ]-
TAN E(CA/MHNON *EU)AGO/RA, *KALLIMA/XOU, *EU)AGGE/LOU, A)PE/DOTO *DI/WN *)ALE/CW[NOS]
τῶ[ι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀντιγόνα τὸ γένος Θρᾶισσαν,[τιμᾶς]
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό[μους]
5 τᾶς πόλιος· Φίλων Ἀριστέα. βέβαιον δὲ παρεχέτω τῶι θεῶι ὅ τε ἀποδό[μενος]
Δίων καὶ ὁ βεβαιωτήρ. εἰ δέ τις ἐφάπτοιτο Ἀντιγόνας, κύριος ἔστω συλ[έων]
ὡς ἐλευθέραν οὖσαν καὶ ὁ παρατυχὼν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκα[ς]
καὶ ζαμίας. μάρτυροι· Ἀμύντας ὁ ἱερεύς, Εὐαγόρας, Εὐάγγελος· Βούλων, Μικκύλος,
Φίλων, Ἀριστόβουλος, Ἡρακείδας.
Search Help
Contact Us