SGDI II 2051
[ ] Phokis — Delphi — 178/177 BC
1 στραταγέοντος Λυκίσκου Στρατίου μηνὸς Δίου, ἐν Δελ-
φοῖς δὲ ἄρχοντος Πραξία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ-
δε ἀπέδοντο Ἀρχέδαμος, Μένανδρος Διοτίμου Ἀμφισ-
σεῖς σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστὼ τῶι Ἀπόλλω[νι]
5 τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, ὥστε ἐλευθέραν
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον,
καθὼς ἐπίστευσε τὰν ὠνάν τῶι Ἀπόλ<λ>ωνι, διατρίβειν τε
Ἀριστὼ εἷ κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὰν συμβολάν·
Λύκος Νικομάχου Ἀμφισσεύς. μάρτυροι· [οἱ] ἱερεῖς
10 τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται
Χαρίξενος, Ξένων, Ἀνδρόνικος, Πραξίας
Δελφοί, Εὐτυχ[ίδα]ς, Καλλίας, Ξένανθος,
Ἀριστοκράτης Ἀμφισσεῖς.
Search Help
Contact Us