[ ]
Phokis — Delphi — 196/195 BC
1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ |
ἄρχοντος Ὀρθαίου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἐχεκλῆς, Μενὼι ἁ γυνὰ | |
Ἐχεκλέος Πλυγονεῖς Ἡράκλειαν τὸ γένος Λάκαιναν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
ἀργυρίου μνᾶν ἓξ στατήρων δεκαπέντε, καθὼς ἐπίστευσε Ἡράκλεια | |
5 | τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέ[λ]ηι. |
βεβαιωτὴρ κατὸν νόμον· πρόξενος Εὐθύλλου Ἀμφισσεύς. μ[ά]ρτυρες ὁ [ἱερ]εὺς | |
Ἄθαμβος· Ἄγρων Δελφός, Ἄρχων, Ἀντικλῆς, Ἀγέας Πλυγονεῖς, | |
Δαμοφάνης, Μένανδρος, Τολμίδας Ἀμφισ<σ>εῖς. |