[ ]
Phokis — Delphi — 198 BC
1 | στραταγέοντος Ἀγήτα τὸ δεύτερον μηνὸς Ὁμολωΐου, ἐν Δελφοῖς δὲ ἄρχοντος |
Εὐαγγέλου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Λέανια Ἐμπέδωνος, Ἀριστόμαχος | |
Ἀρίστωνος Πλυγονεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ὧι ὄνομα Σάτυρος, ἀργυρίου | |
μνᾶν τεσσάρων. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν ὁμολογίαν· Πύῤῥος Καλλιδάμου | |
5 | Ναυπάκτιος, Ἐμμενίδας Νικαίδα Δελφός. παραμενέτω δὲ Σάτυρος παρὰ Λέαιναν |
καὶ Ἀριστόμαχον ἄχρι κα ζῶντι Λέαινα καὶ Ἀριστόμαχος. ἐπεὶ δέ κά τι πάθωντι Λέαινα | |
καὶ Ἀριστόμαχος, τοῦ θεοῦ ἔστω Σάτυρος κυριεύων αὐτοσαυτοῦ, ἐλεύθερος ὢν καὶ | |
ἀνέφαπτος τὸν πάντα χρόνον, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρε- | |
χόντων τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Λέαινα καὶ Ἀριστόμαχος καὶ οἱ βεβαιωτῆρες τῶι θεῶι· | |
10 | EI) DE/ KA MH\ PARE/XWNTI, PRA/KTIMOI E)O/NTW TW=I QEW=I KAI\ *SATU/RWI KAI\ TW=I U(PE\R TO\N QEO\N H)\ *SA/TU- |
ρον θέλοντι πράσσειν αὐτοῦ καὶ τοῦ ἡμιολίου μνᾶν ἕξ· οἱ δὲ πράσσοντες ἀζάμιοι ἐόντω καὶ | |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τίς κα ἅπτηται Σατύρου τελευτασάντων Λεαίνας | |
καὶ Ἀριστομάχου, κύριοι ἐόντω οἱ συλέοντες ὡς ἐλευθέρου ἐόντος καὶ τοῦ θεοῦ ἀζάμιοι | |
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα ἐπικαλέωντι Λέαινα ἢ Ἀριστόμα- | |
15 | χος Σατύρωι ἢ Σάτυρος ποτὶ Λέαιναν ἢ Ἀριστόμαχον, κριθέντων ἐν τοῖς ἱερέοις τοῦ Ἀπόλλωνος |
καὶ ἐν Κρίτωνι Νικαίδα, καὶ ὅ τι κα οὗτοι κρίνωντι, κύριον ἔστω· εἰ δέ τί κα πάθη Κρίτων, ἄλλον | |
ἀνθελέσθων Λέαινα καὶ Ἀριστόμαχος καὶ Σάτυρος ὅν κα αὐτοὶ θέλωντι. ταῦτα δὲ ἐγένετο | |
ἀνάμεσον τοῦ ναοῦ καὶ τοῦ βωμοῦ. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Εὐκλῆς, Ξένων | |
καὶ τοὶ προσ<τά>ται Νικόδαμος, Κλεων· Ζηνέας Ἁγνία, Ἄθαμβος, Καλλίας Ἐμμενίδα, Δαμοχάρης | |
20 | Καλλείδα, Νικαγόρας Νικομάχου Δελφοί, Διονύσιος, Σώπολις Ἀσάνδρου, Ἁρμόδιος Πλυγονεῖς, |
Δωρόθεος Εὐξένου Ἀμφισσεύς. |