[ ] Phokis — Delphi — 198 BC
1 στραταγέοντος Ἀγήτα τὸ δεύτερον μηνὸς Ὁμολωΐου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Εὐαγγέλου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Λέανια Ἐμπέδωνος, Ἀριστόμαχος
Ἀρίστωνος Πλυγονεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ὧι ὄνομα Σάτυρος, ἀργυρίου
μνᾶν τεσσάρων. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν ὁμολογίαν· Πύῤῥος Καλλιδάμου
5 Ναυπάκτιος, Ἐμμενίδας Νικαίδα Δελφός. παραμενέτω δὲ Σάτυρος παρὰ Λέαιναν
καὶ Ἀριστόμαχον ἄχρι κα ζῶντι Λέαινα καὶ Ἀριστόμαχος. ἐπεὶ δέ κά τι πάθωντι Λέαινα
καὶ Ἀριστόμαχος, τοῦ θεοῦ ἔστω Σάτυρος κυριεύων αὐτοσαυτοῦ, ἐλεύθερος ὢν καὶ
ἀνέφαπτος τὸν πάντα χρόνον, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρε-
χόντων τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Λέαινα καὶ Ἀριστόμαχος καὶ οἱ βεβαιωτῆρες τῶι θεῶι·
10 εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω τῶι θεῶι καὶ Σατύρωι καὶ τῶι ὑπὲρ τὸν θεὸν ἢ Σάτυ-
ρον θέλοντι πράσσειν αὐτοῦ καὶ τοῦ ἡμιολίου μνᾶν ἕξ· οἱ δὲ πράσσοντες ἀζάμιοι ἐόντω καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τίς κα ἅπτηται Σατύρου τελευτασάντων Λεαίνας
καὶ Ἀριστομάχου, κύριοι ἐόντω οἱ συλέοντες ὡς ἐλευθέρου ἐόντος καὶ τοῦ θεοῦ ἀζάμιοι
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα ἐπικαλέωντι Λέαινα ἢ Ἀριστόμα-
15 χος Σατύρωι ἢ Σάτυρος ποτὶ Λέαιναν ἢ Ἀριστόμαχον, κριθέντων ἐν τοῖς ἱερέοις τοῦ Ἀπόλλωνος
καὶ ἐν Κρίτωνι Νικαίδα, καὶ ὅ τι κα οὗτοι κρίνωντι, κύριον ἔστω· εἰ δέ τί κα πάθη Κρίτων, ἄλλον
ἀνθελέσθων Λέαινα καὶ Ἀριστόμαχος καὶ Σάτυρος ὅν κα αὐτοὶ θέλωντι. ταῦτα δὲ ἐγένετο
ἀνάμεσον τοῦ ναοῦ καὶ τοῦ βωμοῦ. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Εὐκλῆς, Ξένων
καὶ τοὶ προσ<τά>ται Νικόδαμος, Κλεων· Ζηνέας Ἁγνία, Ἄθαμβος, Καλλίας Ἐμμενίδα, Δαμοχάρης
20 Καλλείδα, Νικαγόρας Νικομάχου Δελφοί, Διονύσιος, Σώπολις Ἀσάνδρου, Ἁρμόδιος Πλυγονεῖς,
Δωρόθεος Εὐξένου Ἀμφισσεύς.
Search Help
Contact Us