[ ] Phokis — Delphi — 178 BC
1 στραταγέοντος τῶμ Φωκέων Πολυξένου
Τειθρωνίου, ἐν δὲ Δελφοῖς ἄρ[χ]οντος Πραξία, βου-
λευόντων Μνάσωνος, Σωτίμου, Ἀμφιστράτου, μηνὸς
Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ξένων, Πολυ-
5 κράτης Λιλαιεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον ὧι ὄνομα Δαμοκράτης, τιμᾶς ἀργυρίου
μνᾶν πέντε, καθὼς ἐπίστευσε Δαμοκράτης τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧστε ἐλεύθερος εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον,
10 ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον
καὶ τὰν συμβολάν· Πολύξενος Λεοντομένεος
Λιλαιεύς. μάρτυρες· οἵ τε ἱερεῖς Ἄθαμβος, Ἀμύν-
τας, τῶν δὲ ἀρχόντων Μνάσων, Σώτιμος, ἰδιῶ-
ται Λέων, Διόδωρος, Καλλικράτης Δελφοί,
15 Ξένων Φίλωνος, Ἀντικράτης, Καλλικλέας Λιλαι-
εῖς.
Search Help
Contact Us