SGDI II 2047
[ ] Phokis — Delphi — 181 BC
1 στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ τρίτον μηνὸς Ἱπποδρομίου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Δαμοσθένεος μηνὸς Ἰλαίου, ἀπέδοτο Αὐτοκλῆς Δαμαινέτου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φίλα τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν, καθὼς ἐπίστευσε Φίλα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
5 πτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὰν συμβολὰν
καὶ κατὰ τὸν νόμον· Ἡρακλείδας Ἀμφισσεύς, Δαμοκράτης Δελφός. μάρτυρες·
Ἄθαμβος ὁ ἱερεύς, οἱ ἄρχοντες Σωδαμίδας, Ἧρυς· — Καλλίκων, Εὐκλείδας, Νίκων
Δελφοί, Ἀριστομένης, Εὐβουλίδας Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ Καλλίκωνα καὶ
Εὐβουλίδαν.
Search Help
Contact Us