[ ]
Phokis — Delphi — 186 BC
1 | ἄρχοντος Νικοβούλου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστων <․․․․․> Δάμωνος Δελφὸς τῶι Ἀπόλλωνι |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κλεὼ τὸ γένος Ἰλλυράν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν· βεβαιωτὴρ κατὰ τὸν | |
νόμον· Ἀθανίων Δαμοκράτεος· ὥστε ἐλευθέραν εἶμεν Κλεώ, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. παραμει- | |
νάτω δὲ Κλεὼ παρὰ Ἀθανίωνα ἄχρι κα ζώηι Ἀθανίων. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχον- | |
5 | τες Δεξικράτης, Εὐκλείδας, Ξενόστρατος. |