[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος Νικοβούλου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστων <․․․․․> Δάμωνος Δελφὸς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κλεὼ τὸ γένος Ἰλλυράν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν· βεβαιωτὴρ κατὰ τὸν
νόμον· Ἀθανίων Δαμοκράτεος· ὥστε ἐλευθέραν εἶμεν Κλεώ, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. παραμει-
νάτω δὲ Κλεὼ παρὰ Ἀθανίωνα ἄχρι κα ζώηι Ἀθανίων. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχον-
5 τες Δεξικράτης, Εὐκλείδας, Ξενόστρατος.
Search Help
Contact Us