[ ]
Phokis — Delphi — 196 BC
1 | στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Ἀριστομένης Ἀμφισσεὺς Μήνιον τῶι Ἀπόλλωνι τῶι Πυθίωι τὸ γένος. Λευκανόν, ἀργυρίου μνᾶν ἕξ, | |
καθὼς ἐπίστευσε Μήνιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν ἐλεύθεραν εἶμεν, ποιέοντα ὅ κα θέληι. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον· Δωρόθεος Εὐξένου. τὰν τιμὰν ἀπέχει. μάρτυροι· Ξένων ὁ ἱερεύς· Νίκων Θευξένου, Δαμόξε- | |
5 | νος, Λύκος Νικομάχου, Μνασίλαος Εὐδαμίδα Ἀμφισσεῖς, Δάμων Ἀρίστωνος, Ἰατάδας Πάτρωνος, Καλλεί- |
δας Δαμοχάρεος, Ἡράκων Διοδώρου, Δαμοσθένης Ἀρχέλα Δελφοί. |