SGDI II 2042
[ ] Phokis — Delphi — 196 BC
1 στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Ἀριστομένης Ἀμφισσεὺς Μήνιον τῶι Ἀπόλλωνι τῶι Πυθίωι τὸ γένος. Λευκανόν, ἀργυρίου μνᾶν ἕξ,
καθὼς ἐπίστευσε Μήνιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν ἐλεύθεραν εἶμεν, ποιέοντα ὅ κα θέληι. βεβαιωτὴρ
κατὰ τὸν νόμον· Δωρόθεος Εὐξένου. τὰν τιμὰν ἀπέχει. μάρτυροι· Ξένων ὁ ἱερεύς· Νίκων Θευξένου, Δαμόξε-
5 νος, Λύκος Νικομάχου, Μνασίλαος Εὐδαμίδα Ἀμφισσεῖς, Δάμων Ἀρίστωνος, Ἰατάδας Πάτρωνος, Καλλεί-
δας Δαμοχάρεος, Ἡράκων Διοδώρου, Δαμοσθένης Ἀρχέλα Δελφοί.
Search Help
Contact Us