[ ] Phokis — Delphi — 197 BC
1 στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς
Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Αἰακίδας Βαβύλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα
τρία οἷς ὀνύματα Σωτη[ρὶ]ς καὶ υἱὸς αὐτᾶς Ξένων καὶ θ[υ]γάτηρ Σωτώ, ἀργυρίου μνᾶν δώδε-
κα. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν ὁμολογίαν· Ἀναξανδρίδας Χαιρεφάνευς, Ἁγίων
5 Καλλικράτευς, Νικίας Ἀριστίωνος Δελφοί. παραμενέτω δὲ Σωτηρὶς καὶ Ξένων καὶ Σωτὼ
παρὰ Αἰακίδαν ποιέοντες τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι κα ζώη Αἰακίδας· εἰ δ
τί κα πάθη Αἰακίδας, τοῦ θεοῦ ἔστω Σωτ[η]ρὶς καὶ Ξένων καὶ Σωτώ, ἐλεύθεροι ὄν-
τες κυριεύοντες αὐσ[α]υτῶν καὶ ποέοντες ὅ κα θέλωντι τὸν {ον} πάντα βίον, καθὼς
ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν Σωτηρὶς καὶ Ξένων καὶ Σωτώ. βέβαιον δὲ παρεχόντω
10 τῶ θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος Αἰακίδας καὶ τοὶ βεβαιωτῆρες κατὰ τὸν νόμον.
εἰ δέ τίς κα ἅπτηται Σωτηρίδος ἢ τοῦ υἱοῦ Ξένωνος ἢ τᾶς θυγατέρος Σωτοῦς. κύριοι ἔστων
οἱ ἀντιτυνχάνοντες συλέοντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι θεῶι
τὰν ὠνά[ν], ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. ταῦτα δὲ ἐγέ-
νετο [ἀνά]μεσον τοῦ ναοῦ καὶ τοῦ βωμ[ο]ῦ. μάρτυροι· οἱ ἱερεῖς τῶι Ἀπόλλω-
15 [ν]ος Ξένων Βούλωνος, Ἄθαμβος Ἄγαθωνος· Στράτων Βούλωνος, Νικόδαμος
Πισίλα, Ἁγίων Ἐκεφύλου, Ζηνέας Ἁγνία, Εὐάγγελος Μεγάρτα Δελφοί, Πράξων Πλεί-
στωνος Κρατίδας Οἰνάψιος, Ἡρακλείδας Περγαμηνός Στράμβος Οἰνοαῖος.
Search Help
Contact Us