[ ]
Phokis — Delphi — 197 BC
1 | στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς |
Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Αἰακίδας Βαβύλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα | |
τρία οἷς ὀνύματα Σωτη[ρὶ]ς καὶ υἱὸς αὐτᾶς Ξένων καὶ θ[υ]γάτηρ Σωτώ, ἀργυρίου μνᾶν δώδε- | |
κα. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν ὁμολογίαν· Ἀναξανδρίδας Χαιρεφάνευς, Ἁγίων | |
5 | Καλλικράτευς, Νικίας Ἀριστίωνος Δελφοί. παραμενέτω δὲ Σωτηρὶς καὶ Ξένων καὶ Σωτὼ |
παρὰ Αἰακίδαν ποιέοντες τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι κα ζώη Αἰακίδας· εἰ δέ | |
τί κα πάθη Αἰακίδας, τοῦ θεοῦ ἔστω Σωτ[η]ρὶς καὶ Ξένων καὶ Σωτώ, ἐλεύθεροι ὄν- | |
τες κυριεύοντες αὐσ[α]υτῶν καὶ ποέοντες ὅ κα θέλωντι τὸν {ον} πάντα βίον, καθὼς | |
ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν Σωτηρὶς καὶ Ξένων καὶ Σωτώ. βέβαιον δὲ παρεχόντω | |
10 | τῶ θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος Αἰακίδας καὶ τοὶ βεβαιωτῆρες κατὰ τὸν νόμον. |
εἰ δέ τίς κα ἅπτηται Σωτηρίδος ἢ τοῦ υἱοῦ Ξένωνος ἢ τᾶς θυγατέρος Σωτοῦς. κύριοι ἔστων | |
οἱ ἀντιτυνχάνοντες συλέοντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
τὰν ὠνά[ν], ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. ταῦτα δὲ ἐγέ- | |
νετο [ἀνά]μεσον τοῦ ναοῦ καὶ τοῦ βωμ[ο]ῦ. μάρτυροι· οἱ ἱερεῖς τῶι Ἀπόλλω- | |
15 | [ν]ος Ξένων Βούλωνος, Ἄθαμβος Ἄγαθωνος· Στράτων Βούλωνος, Νικόδαμος |
Πισίλα, Ἁγίων Ἐκεφύλου, Ζηνέας Ἁγνία, Εὐάγγελος Μεγάρτα Δελφοί, Πράξων Πλεί- | |
στωνος Κρατίδας Οἰνάψιος, Ἡρακλείδας Περγαμηνός Στράμβος Οἰνοαῖος. |