[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος Πεισίλα μηνὸς Ἡρα[κ]λείου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀν[δρ]όνικος Πατ[ρέ]α Δελφὸς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βασίλιον τὸ γένος ἐξ[— — —]ας, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπί-
στευσε Βασίλιον τῶι θεῶι τὰν ὠνάν, <ὥστε> ἐλευθέραν εἶμεν καὶ ἀν[έφ]απ[τ]ον, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες
κατὰ τὸν νόμον· Κλεόδαμος Κλέωνος, Σωδαμίδας Εὐαγ[γέλο]υ Δελ[φ]οί. μάρτυρες· τοὶ ἱερεῖς Ξένων,
5 Ἄθαμβος, ἰδιῶται Μνάσων, Ἀστύοχος, Ἀμειν[ί]ας.
Search Help
Contact Us