[ ]
Phokis — Delphi — 186 BC
1 | ἄρχοντος Νικοβούλου μηνὸς Βουκατίου, ἐπὶ το[ῖσ]- |
δε ἀπέδοτο Μενέστας τῶι Ἀπόλλωνι σῶμα | |
γυναικεῖον ἇι ὄνομα Γνωσιφίλα τὸ γένος ἐξ | |
Σπερχειᾶν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων. | |
5 | βεβαιωτήρ· Χαρίξενος Ἀμυνέα. καθὼς ἐπίστευ- |
σε Γνωσιφίλα τῶι θεῶι τὰν ὠνάν. παραμεινά- | |
τω δὲ Γνωσιφίλα παρὰ Μενέσταν ἄχρι κα ζώηι | |
ποέουσα τὰ δυνατὰ ἀνεγκλήτως. εἰ δέ κα πάθη τι Μενέ- | |
στας, ἀποτρεχέτω ἐλευθέρα Γνωσιφίλα ὅπαι κα | |
10 | θέληι. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ |
ἄρχοντες Εὐκλείδας, Ξενόστρατος, ἰδιῶ[τ]αι Δίων, | |
Κλεόδαμος, Δαμοχάρης, Εὐκράτης, Πολέμαρχος, Μέ[νη]ς. |