[ ]
Phokis — Delphi — 181 BC
1 | στραταγέοντος Ἀρχεδάμου |
τὸ τρίτον μηνὸς Εὐθυαίου, ἐν Δελ- | |
φοῖς δὲ ἄρχοντος Δαμοσθένεος μη- | |
νὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρί- | |
5 | στων Ἐπηράτου Χ[α]λειεὺς τῶι Ἀπόλλω- |
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
Πυῤῥίας, τιμᾶς ἀργυ[ρί]ου μνᾶν δύο, κα- | |
θὼς ἐπίστευσε Πυῤῥία[ς] τῶι θεῶι τὰν | |
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ | |
10 | ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βί- |
ον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες κατὰ | |
τὸν νόμον καὶ τὰν συμβολάν· Εὐθύδα- | |
μος Εὐθυμάχου Ἀμφισσεύς, Κριτόλα- | |
ος Ἀγελάου Δελφός. μάρτυρες· τῶν | |
15 | ἀρχόντων Ἀστύχος, ἰδιῶται Εὐβου- |
λίδας Ἀμφισσεύς, Ἀνδρόνικος, Ἄνδρων, | |
Ἧρυς, Δαμοχάρης Δελφοί. |