SGDI II 2037
[ ] Phokis — Delphi — 181 BC
1 στραταγέοντος Ἀρχεδάμου
τὸ τρίτον μηνὸς Εὐθυαίου, ἐν Δελ-
φοῖς δὲ ἄρχοντος Δαμοσθένεος μη-
νὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρί-
5 στων Ἐπηράτου Χ[α]λειεὺς τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
Πυῤῥίας, τιμᾶς ἀργυ[ρί]ου μνᾶν δύο, κα-
θὼς ἐπίστευσε Πυῤῥία[ς] τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ
10 ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βί-
ον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες κατὰ
τὸν νόμον καὶ τὰν συμβολάν· Εὐθύδα-
μος Εὐθυμάχου Ἀμφισσεύς, Κριτόλα-
ος Ἀγελάου Δελφός. μάρτυρες· τῶν
15 ἀρχόντων Ἀστύχος, ἰδιῶται Εὐβου-
λίδας Ἀμφισσεύς, Ἀνδρόνικος, Ἄνδρων,
Ἧρυς, Δαμοχάρης Δελφοί.
Search Help
Contact Us