[ ]
Phokis — Delphi — 186/185 BC
1 | ἄρχοντος Νικοβούλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολέμων Ἀγα- |
σάνδρου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
[ο]ν ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ζωπύ- | |
ρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
5 | τὸμ πάντα βίον, ποέουσα ὅ κ[α] θέληι. βεβαιωτὴρ κατὰ {ο} τὸν νόμον· Εὐκλείδας |
Θεοδώρου Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόν- | |
των Εὐκλείδας, ἰδιῶται Μνάσων, Πειθαγόρας, Δαμοχάρης Δελφο[ί], | |
Ἀριστομένης, Δαμαίνετος, Φίλων Ἀμφισσεῖς. |