[ ]
Phokis — Delphi — 186 BC
1 | ἄρχοντος [Ν]ικοβούλου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου |
Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ζωπύ- | |
ρα, Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσαν Ζωπύρα, Σωσίχα τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ | |
5 | πάντα βίον βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. παραμε[ι]νάν- |
των δὲ Ζωπύρα, Σωσίχα παρὰ Νεοπάτραν ἄχρι κα ζώηι Νεοπάτρα ποέουσαι | |
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιέωντι | |
Ζωπύρα ἢ Σωσίχα τῶν ποτιτασσομένων ὑπὸ Νεοπάτρας καθὼς | |
γέγραπται δυναταὶ οὖσαι, ἐξέστω Νεοπάτρα κολάζειν καθώς | |
10 | κα αὐτὰ δείληται καὶ ἄλλωι ὑπὲρ Νεοπάτραν ἀζαμίοις ὄντοις καὶ ἀνυ- |
ποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Νεοπάτρα, ἐλεύθεραι | |
ἔστων Ζωπύρα καὶ Σωσίχα κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποέουσαι ὅ κα θέλων- | |
τι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ζωπύρας | |
ἢ Σωσίχας ἐπεί κα τελευτάσηι Νεοπάτρα βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι | |
15 | θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- |
των συλέοντες ὡς ἐλευθέρας οὔσας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα ἀζετωθέωντι περὶ Νεοπάτραν πεπο- | |
νηρευμέναι ἢ τῶν Νεοπάτρας ὑπαρχόντων κύριοι ἐόντω οἱ ἐπίνομοι κολά- | |
ζοντες αὐτὰς καθ’ ὅ τι κα αὐτοῖς δοκῆι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
20 | πάσας δίκας μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν ἀρχόντων Εὐκλείδας, |
ἰδιῶται Ἱεροκλῆς, Χαρίξενος, Βάχχιος. |