[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος [Ν]ικοβούλου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου
Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ζωπύ-
ρα, Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσαν Ζωπύρα, Σωσίχα τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ
5 πάντα βίον βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. παραμε[ι]νάν-
των δὲ Ζωπύρα, Σωσίχα παρὰ Νεοπάτραν ἄχρι κα ζώηι Νεοπάτρα ποέουσαι
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιέωντι
Ζωπύρα ἢ Σωσίχα τῶν ποτιτασσομένων ὑπὸ Νεοπάτρας καθὼς
γέγραπται δυναταὶ οὖσαι, ἐξέστω Νεοπάτρα κολάζειν καθώς
10 κα αὐτὰ δείληται καὶ ἄλλωι ὑπὲρ Νεοπάτραν ἀζαμίοις ὄντοις καὶ ἀνυ-
ποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Νεοπάτρα, ἐλεύθεραι
ἔστων Ζωπύρα καὶ Σωσίχα κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποέουσαι ὅ κα θέλων-
τι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ζωπύρας
ἢ Σωσίχας ἐπεί κα τελευτάσηι Νεοπάτρα βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι
15 θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες ὡς ἐλευθέρας οὔσας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα ἀζετωθέωντι περὶ Νεοπάτραν πεπο-
νηρευμέναι ἢ τῶν Νεοπάτρας ὑπαρχόντων   κύριοι ἐόντω οἱ ἐπίνομοι κολά-
ζοντες αὐτὰς καθ’ ὅ τι κα αὐτοῖς δοκῆι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
20 πάσας δίκας μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν ἀρχόντων Εὐκλείδας,
ἰδιῶται Ἱεροκλῆς, Χαρίξενος, Βάχχιος.
Search Help