[ ]
Phokis — Delphi — 177 BC
1 | στραταγέοντος τῶν Φωκέων Πολυξένου Τειθρωνίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Πραξία, βου- |
λευόντων τὰν δευτέραν ἑξάμηνον Καλλία, Δαμένεος, Βαχχίου, μηνὸς ὡς Φωκεῖς ἄγοντι Ἀφαμίου, ὡς δὲ | |
Δελφοὶ ἄγοντι Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νίκαρχος Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμ<α> ἀνδρεῖ- | |
ον ὧι ὄνομα Κάλλων, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Κάλλων τῶι θεῶι | |
5 | τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο- |
τρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Εὔδαμος Ἐπιχαρίδα Λιλαιεύς. μάρτυρες· ὁ ἱε- | |
ρεὺς Ἄθαμβος· Ἀριστόμαχος Ἀριστωνύμου, Ἀριστόμαχος Ἀρίστωνος, Ὀρθαῖος Χάρητος, Μενεκράτης Σωτηρίδα, Μένων Φίλω- | |
νος καὶ ὁ νεωκόρος Καλλίκων. |