SGDI II 2033
[ ] Phokis — Delphi — 177 BC
1 στραταγέοντος τῶν Φωκέων Πολυξένου Τειθρωνίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Πραξία, βου-
λευόντων τὰν δευτέραν ἑξάμηνον Καλλία, Δαμένεος, Βαχχίου, μηνὸς ὡς Φωκεῖς ἄγοντι Ἀφαμίου, ὡς δὲ
Δελφοὶ ἄγοντι Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νίκαρχος Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμ<α> ἀνδρεῖ-
ον ὧι ὄνομα Κάλλων, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Κάλλων τῶι θεῶι
5 τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο-
τρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Εὔδαμος Ἐπιχαρίδα Λιλαιεύς. μάρτυρες· ὁ ἱε-
ρεὺς Ἄθαμβος· Ἀριστόμαχος Ἀριστωνύμου, Ἀριστόμαχος Ἀρίστωνος, Ὀρθαῖος Χάρητος, Μενεκράτης Σωτηρίδα, Μένων Φίλω-
νος καὶ ὁ νεωκόρος Καλλίκων.
Search Help