[ ] Phokis — Delphi — 180 BC
1 [ἄρχ]οντος ἐν Δελφοῖς Μαντία τοῦ Πολύ-
ωνος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο
Δαμ[όφιλ]ος Διονυσοδώρου Θηβαῖος τῶι Ἀπόλ-
λωνι τ[ῶι] Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
5 Καρίων, τιμᾶς ἀργυρίου δραχμῶν Αἰγιναίων χιλί-
ων ἑκατὸν πεντήκοντα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, {κα}
καθὼς ἐπίστευσε Καρίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλεύθερος εἶναι καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν-
τα βίον, ποιέων ὃ ἂν θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον·
10 Χαρίξενος Ἀμυνέα, Μνάσων Ξένωνος Δελφοί,
Ἀγαθοκλῆς Ἀντιχάρους [․․8-9․․․]. εἰ δέ τίς κα ἅπτηται
Καρίωνος φάμενος ὠνὰν ἔχειν, βέβαιον παρε-
χόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Δαμόφιλος καὶ οἱ βεβαι-
ωτῆρες· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον· ὁμοί-
15 ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθε-
ρον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· τοὶ ἱερεῖς {αθ} Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Διόδωρος, Ξένων,
Σωσίνικος, ἰδιῶται Μαντίας Φιλαιτώλου, Παναίτωλος Φιλαιτώλου, Καλλίκων Εὐκράτους.
Search Help