[ ] Phokis — Delphi — 170-157/6 BC
1 [ἄρ]χοντο[ς Ἐμμενίδα τοῦ] Καλλία [μ]ηνὸς Ἀπελλαί[ου], ἐπὶ το[ῖσδε ἀπ]έ-
δοτο Κλέων Κλευδάμου, συνεπαινεούσας Ξενοφανείας τᾶς [μα]τρὸς
Κλευδάμου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
Ἰουδαῖος τὸ γένος Ἰουδαῖον, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, ἐ-
5 φ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα
βίον, καθὼς ἐπίστευσε Ἰουδαῖος τῶι θεῶι τὰν ὠνάν, ποιέων ὅ κα θέ-
ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ξένων Γλαύκου, Ἀριστίων
Ἄγωνος. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος
καὶ τοὶ ἄρχοντες Ἀριστίων, Ἄσανδρος, Ἀριστόμαχος, ἰδιῶται
10 Σωδαμίδας, Θεύφραστος, Τείσων, Γλαῦκος Ξένωνος, Μένης.
Search Help
Contact Us