[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | [ἄρ]χοντο[ς Ἐμμενίδα τοῦ] Καλλία [μ]ηνὸς Ἀπελλαί[ου], ἐπὶ το[ῖσδε ἀπ]έ- |
δοτο Κλέων Κλευδάμου, συνεπαινεούσας Ξενοφανείας τᾶς [μα]τρὸς | |
Κλευδάμου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
Ἰουδαῖος τὸ γένος Ἰουδαῖον, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, ἐ- | |
5 | φ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα |
βίον, καθὼς ἐπίστευσε Ἰουδαῖος τῶι θεῶι τὰν ὠνάν, ποιέων ὅ κα θέ- | |
ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ξένων Γλαύκου, Ἀριστίων | |
Ἄγωνος. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος | |
καὶ τοὶ ἄρχοντες Ἀριστίων, Ἄσανδρος, Ἀριστόμαχος, ἰδιῶται | |
10 | Σωδαμίδας, Θεύφραστος, Τείσων, Γλαῦκος Ξένωνος, Μένης. |