[ ]
Phokis — Delphi — 176 BC
1 | [στρατ]αγέον[το]ς Νικάνδ[ρ]ο[υ Τριχονίου τ]ὸ τρίτο[ν] |
[μην]ὸς Εὐθυαίου, ἐν Δελφοῖς [δὲ] ἄρχ[οντος Μελ]ισσίω- | |
νος μηνὸς Ἀμαλίου, ἐπὶ το[ῖσ]δε ἀπέ[δοτο Ἀριστο]κλέα | |
Εὐξιθέου Δρυ<ο>παῖος τῶι Ἀπόλ[λω]νι τῶι Πυθίωι [σῶμ]α ἀν- | |
5 | δρεῖον ὧι ὄνομα Μηνόφιλο[ς] τὸ γένος ἐκ Πιονιᾶν, τιμᾶς |
ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Μηνό- | |
φιλος τῶι θεῶι τὰν ὠνά[ν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν | |
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων | |
ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Λυσίπονος | |
10 | Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, |
Ἀμύντας καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, | |
Ἀριστίων, ἰδιῶται Χαρίξενος, Μένιππος, Καλλίκων. |