[ ] Phokis — Delphi — 176 BC
1 [στρατ]αγέον[το]ς Νικάνδ[ρ]ο[υ Τριχονίου τ]ὸ τρίτο[ν]
[μην]ὸς Εὐθυαίου, ἐν Δελφοῖς [δὲ] ἄρχ[οντος Μελ]ισσίω-
νος μηνὸς Ἀμαλίου, ἐπὶ το[ῖσ]δε ἀπέ[δοτο Ἀριστο]κλέα
Εὐξιθέου Δρυ<ο>παῖος τῶι Ἀπόλ[λω]νι τῶι Πυθίωι [σῶμ]α ἀν-
5 δρεῖον ὧι ὄνομα Μηνόφιλο[ς] τὸ γένος ἐκ Πιονιᾶν, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Μηνό-
φιλος τῶι θεῶι τὰν ὠνά[ν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων
ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Λυσίπονος
10 Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος,
Ἀμύντας καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος,
Ἀριστίων, ἰδιῶται Χαρίξενος, Μένιππος, Καλλίκων.
Search Help
Contact Us