[ ] Phokis — Delphi — 188 BC
1 [ἄρχοντ]ος Ξένωνος μηνὸς Θεοξενίου, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Ἀρχεδά-
[μ]ου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Μνασίλαος Εὐδαμίδα Ἀμ-
φισσεύς, Ἀγάθων Ἀπολλωνίου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
[γ]υναικεῖον ἇι ὄνομα Νικαία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί-
5 στευσε Νικαία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Εὐδαμίδας
Λαάρχου Ἀμφισσεύς. μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δαμοχάρης, Ἁγίων,
Δαμένης Δελφοί, Καλλικράτ[η]ς, Ἄνδρων, Κλέων Ἀμφισσεῖς.
Search Help
Contact Us