[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα τοῦ Δάμω-
νος μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἐρά-
των καὶ Ἀρισταγόρας Νικάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρεῖον ὧι ὄν[ο]μα Σωτη[ρ]ίδας τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου ΜΜΜ {²⁶μνᾶν τριῶν}²⁶ καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν.
5 βεβαιωτήρ· Μεσατεὺς Ἐράτωνος. καθὼς ἐπίστευσε Σωτηρίδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ[ι]-
τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέ-
χων οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίδα ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων οἵ τε ἀποδόμε-
νοι καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ ἰδιῶ-
ται Δεξώνδας, Ἐμμενίδας Δεξικράτεος, Ἰατάδας καὶ τῶν ἀρχόντων Γενναῖος.
Search Help