SGDI II 2020
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Ἀρχία τοῦ Ἀρχελάου μηνὸς Ἡρακλήου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀλκε-
νείδας Εὐφρονίου τῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα ἀνδρῆον παιδάριον ὧι ὄ-
νομα Λυσίας, τειμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε Λυσίας τῶι θεῶι τὰν ὠ-
νάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα
5 θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος·  Εὐκράτης Καλ-
λίκωνος. εἰ δέ τις ἐφάπτοιτο Λυσία ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόν-
τω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀλκενείδας καὶ ὁ βε-
βαιωτὴρ Εὐκράτης. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέ<ο>ντες ὡς ἐλεύθερον ἐόντα. μάρτυροι· τοὶ ἱερεῖς τοῦ
10 Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Ἐμμενίδας
Καλλία, Ξενόκριτος, Δρομοκλείδας καὶ ἰδιῶται Εὐκρά-
της Καλλίκωνος, Πράοχος, Νικάσιππος Νίκωνος, Ἀρίστων Ὀρ-
θαγόρα, Τιμόκριτος.
Search Help
Contact Us