[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἀρχία μηνὸς
Ἐνδυσποιτροπίου, ἐν δὲ Λοκροῖς ἀγω-
νοθετέοντος Λύκωνος τοῦ Λυ-
κέα Φυσσκέος μηνὸς Ποκίου, ἐπὶ τοῖσ-
5 δε ἀπέδοτο Ἀριστόφυλος Κριτολάου Φυσ-
σκεύς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Κριτολάου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
ναικε[ῖ]ον ἇι ὄνομα Λαδίκα τὸ γένος Σύ-
ραν, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τι-
μὰν ἔχει. παραμεινάτω δὲ Λαδίκα πα-
10 ρὰ Ἀριστόφυλον ἄχρι κα ζῇ Ἀριστόφυλος ἀνενκλήτ<ω>ς
ποιοῦσα πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένῃ καθὼς γέγραπται,
κύριος ἔστω Ἀριστόφυλος κολάζων οἷ κα θέληι τρόπωι, πλὰν μὴ πωλησά-
τω{ι} μηθενί. εἰ δὲ ἀποδοῖτο, ὁ παρατυχὼν κύριος ἔστω συλέων Λαδίκαν
ὡς ἐλευθέραν. εἰ δέ κά τι πάθῃ Ἀριστόφυλος, ἐλευθέρα ἔστω Λαδί-
15 κα κατὰ τὰν ὠνὰν τοῦ θεοῦ καὶ κυρία ἔστω ποιοῦσα ὅ κα θέ-
ληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. εἰ δέ τις καταδουλίζοιτο ἢ ἐφά-
πτοιτο [Λ]αδίκας, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖ-
σαν ἀνυπόδικος ὢν πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κατὰ τὸ
[σ]ύμβο[λ]ον· Ἄθαμβος Ἀθανίωνος Δελφός, Νικόμαχος Ἀρνία Φυσ-
20 σκεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι-
κος καὶ οἱ ἄρχοντες τᾶς πόλιος Δρομοκλείδας, Ξενόκριτος, ἰδι-
ῶται Εὐάγγελος, Τείσων Θευχάριος, Ἡρακλείδας, Λυσίας,
Μαντίας Κλευδ<άμ>ου {⁴Κλευδώρου}⁴ Δελφοί, Ἀγησίλαος Κλέωνος, Νικόμαχος
Ἀρνία Φυσσκεῖς.
Search Help